ΑΠΟΛΥΤΙΚΙΑ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ

Αγίου Ισιδώρου του Πηλουσιώτου


Ήχος γ΄.

Μέγας γέγονας ποιμήν θεόφρον και τα πρόβατα τα εν ερήμω, τα λογικάτους οσίους εποίμανας, καθοδηγήσας εις μάνδραν ουράνιον και διαθρέψας αυτούς τροφή θείας πίστεως, Πατερ όσιε Ισίδωρε Θεοδόξαστε, ικέτευε Χριστόν υπερ των δούλων Σου.

Αγίου Ισιδώρου του Χιοπολίτου


Ήχος γ΄.

Μέγαν εύρατο η Χίος ρύστην,Σε τον πρόμαχο τον εξ Αιγύπτου,αθλοφόρε, Κυρίου Ισίδωρε. Ως ουν Δεκίου Καθείλες την δύναμιν καιΝουμερίου το θράσος κατέβαλες, ούτως Ἀγιε Χριστόν τον Θεόνικεύτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Αγίου Μεγαλομάρτυρος Δημητρίου


Ήχος γ’.

Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Παναγία του Ιερού Βήματος
(Ακαθίστου Ύμνου)

Ήχος πλ. δ’.

Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸκράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνακράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.


Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Τιμίου και Ζωοποιού Σταυρού



Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Γολγοθά και Τιμίου Σταυρού


Ήχος πλ. α’.

Εἰς Ναὸν Ἰσιδώρων Ἁγίων σπεύσωμεν, τὸν Γολγοθᾶν προσκυνῆσαι ἔνδον σπηλαίου σμικροῦ καὶ δοξάσωμεν Χριστὸν τὸν ὑπεράγαθον, Ἐσταυρωμένον δι’ ἡμᾶς, ἐκβοῶντες ταπεινῶς· Ἐπάκουσον οἰκετῶν σου,θερμῶν δεήσεων, Σῶτερ, καὶ πέμψον πᾶσι θεῖον ἔλεος.

Παναγίας του Βράχου της Αγιοϊσιδωρίτισσας

Ήχος πλ. α’.

Παναγία τοῦ Βράχου,θεοχαρίτωτε, τὴν σὴν ἁγίαν εἰκόνα Λυκαβηττοῦ ἐν δρυμοῖς, Θεοτόκε Ἁγιοϊσιδωρίτισσα, κατασπαζόμενοι πιστῶς ἐκβοῶμεν μυστικῶς· στερέωσον ἐν τῆ πέτρᾳ τῇ ἀκλονήτῳ Υἱοῦ σου τοὺς κλονουμένους, οἴμοι, δούλους σου.

Αγίων Ισιδώρων Λυκαβηττού


Ήχος πλ. α’.

Ἰσιδώρων δυάδα τὴν ἁγιόλεκτον ἐγκωμιάσωμεν πόθῳ Λυκαβηττοῦ ἐν δρυμοῖς καὶ αὐτῶν σεπτὴν εἰκόνα προσκυνήσωμεν κράζοντες· Χίου ἀριστεῦ καὶ τοῦ ὄρους οἰκιστὰ φωσφόρε τοῦ Πηλουσίου, ἄμφω πιστοὺς οὐρανόθεν ἐπευλογεῖτε καὶ στηρίζετε.